Athenaze 09 10

Download as txt, pdf, or txt
Download as txt, pdf, or txt
You are on page 1of 4

ἡ πανήγυρις

οὕτως οὖν πορευόμενοι ἀφικνοῦνται εἰς τὴν ἀγορά:ν. ἐκεῖ δὲ τοσοῦτός ἐστιν ὁ ὅμῑλος
ὥστε μόλις προχωροῦσι πρὸς τὴν Ἀκρόπολιν. τέλος δὲ τῷ Δικαιοπόλιδι ἑπόμενοι εἰς
στοά:ν τινα ἀφικνοῦνται, καὶ καθιζόμενοι θεῶνται τοὺς ἀνθρώπους σπεύδοντας καὶ
βοῶντας καὶ θόρυβον ποιοῦντας.

ἤδη δὲ μάλα πεινῶσιν οἱ παῖδες. ὁ δὲ Φίλιππος ἀλλᾱντοπώλην ὁρᾷ διὰ τοῦ ὁμί:λου
ὠθιζόμενον καὶ τὰ ὤνια βοῶντα. τὸν οὖν πατέρα καλεῖ καί, "ὦ πάππα φίλε," φησίν,
"ἰδού, ἀλλᾱντοπώλης προσχωρεῖ. ἆρ᾿ οὐκ ἐθέλεις σῖτον ὠνεῖσθαι; μάλα γὰρ
πεινῶμεν." ὁ οὖν Δικαιόπολις τὸν ἀλλᾱντοπώλην καλεῖ καὶ σῖτον ὠνεῖται. οὕτως οὖν
ἐν τῇ στοᾷ καθίζονται ἀλλᾶντας ἐσθίοντες καὶ οἶνον πί:νοντες.

μετὰ δὲ τὸ δεῖπνον ὁ Δικαιόπολις, "ἄγετε," φησίν, "ἆρ᾿ οὐ βούλεσθε ἐπὶ τὴν


Ἀκρόπολιν ἀναβαίνειν καὶ τὰ ἱερὰ θεᾶσθαι;" ὁ μὲν πάππος μάλα κάμνει καὶ οὐκ ἐθέλει
ἀναβαίνειν, οἱ δ᾿ ἄλλοι λείπουσιν αὐτὸν ἐν τῇ στοᾷ καθιζόμενον καὶ διὰ τοῦ ὁμί:λου
ὠθιζόμενοι ἐπὶ τὴν Ἀκρόπολιν ἀναβαίνουσιν.

ἐπεὶ δὲ εἰς ἄκρᾱν τὴν Ἀκρόπολιν ἀφικνοῦνται καὶ τὰ προπύλαια διαπερῶσιν, τὸ τῆς
Παρθένου ἱερὸν ὁρῶσιν ἐναντίον καὶ τὴν τῆς Ἀθηνᾶς εἰκόνα, μεγίστην οὖσαν, ἐνόπλιον
καὶ δόρυ δεξιᾷ φέρουσαν. πολὺν οὖν χρόνον ἡσυχάζουσιν οἱ παῖδες τὴν θεὸν θεώμενοι,
τέλος δὲ ὁ Δικαιόπολις, "ἄγετε," φησίν, "ἆρ᾿ οὐ βούλεσθε τὸ ἱερὸν θεᾶσθαι;" καὶ
ἡγεῖται αὐτοῖς πόρρω.

μέγιστόν ἐστι τὸ ἱερὸν καὶ κάλλιστον. πολὺν χρόνον τὰ ἀγάλματα θεῶνται, ἃ τὸ πᾶν
ἱερὸν κοσμεῖ. ἀνεῳγμέναι εἰσὶν αἱ πύλαι· ἀναβαίνουσιν οὖν οἱ παῖδες καὶ
εἰσέρχονται. πάντα τὰ εἴσω σκοτεινά ἐστιν, ἀλλ᾿ ἐναντίᾱν μόλις ὁρῶσι τὴν τῆς
Ἀθηνᾶς εἰκόνα, τὸ κάλλιστον ἔργον τοῦ Φειδίου. ἡ θεὸς λάμπεται χρῡσῷ, τῇ μὲν δεξιᾷ
Νί:κην φέρουσα τῇ δὲ ἀριστερᾷ τὴν ἀσπίδα. ἅμα τ᾿ οὖν φοβοῦνται οἱ παῖδες θεώμενοι
καὶ χαίρουσιν. ὁ δὲ Φίλιππος προχωρεῖ καὶ τὰ:ς χεῖρας ἀνέχων τῇ θεῷ εὔχεται· "ὦ
Ἀθηνᾶ Παρθένε, παῖ Διός, πολιοῦχε, ἵ:λεως ἴσθι καὶ ἄκουέ μου εὐχομένου· σῷζε τὴν
πόλιν καὶ σῷζε ἡμᾶς ἐκ πάντων κινδύ:νων." ἐνταῦθα δὴ πρὸς τὴν Μέλιτταν ἐπανέρχεται
καὶ ἡγεῖται αὐτῇ ἐκ τοῦ ἱεροῦ.

πολύν τινα χρόνον τοὺς τεκόντας ζητοῦσιν, τέλος δὲ εὑρίσκουσιν αὐτοὺς ὄπισθεν τοῦ
ἱεροῦ καθορῶντας τὸ τοῦ Διονύ:σου τέμενος. ὁ δὲ Δικαιόπολις, "ἰδού, ὦ παῖδες,"
φησίν, "ἤδη συλλέγονται οἱ ἄνθρωποι εἰς τὸ τέμενος. καιρός ἐστι καταβαίνειν καὶ
ζητεῖν τὸν πάππον."

καταβαίνουσιν οὖν καὶ σπεύδουσι πρὸς τὴν στοά:ν· ἐκεῖ δὲ εὑρίσκουσι τὸν πάππον
ὀργίλως ἔχοντα· "ὦ τέκνον," φησίν, "τί ποιεῖς; διὰ τί με λείπεις τοσοῦτον χρόνον;
διὰ τί τὴν πομπὴν οὐ θεώμεθα;" ὁ δὲ Δικαιόπολις, "θάρρει, ὦ πάππα," φησίν· "νῦν
γὰρ πρὸς τὸ τοῦ Διονύ:σου τέμενος πορευόμεθα· δι᾿ ὀλίγου γὰρ γίγνεται ἡ πομπή. ἄγε
δή." οὕτω λέγει καὶ ἡγεῖται αὐτοῖς πρὸς τὸ τέμενος.

ἑσπέρᾱ ἤδη πάρεστιν. δι᾿ ὀλίγου σῑγῶσι πάντες οἱ ἄνθρωποι· ὁ γὰρ κῆρυξ προσχωρεῖ
καὶ βοῶν, "σῑγᾶτε, ὦ πολῖται," φησίν· "ἡ γὰρ πομπὴ προσχωρεῖ. ἐκποδὼν γίγνεσθε."
πάντες οὖν ἐκποδὼν γίγνονται καὶ τὴν πομπὴν μένουσιν.

ἐνταῦθα δὴ τὴν πομπὴν ὁρῶσι προσχωροῦσαν. ἡγοῦνται μὲν οἱ κήρῡκες· ἔπειτὰ δὲ


παρθένοι κάλλισται βαδίζουσι κανᾶ φέρουσαι βοτρύων πλήρη. ἕπονται δὲ αὐταῖς πολλοί
τε πολῖται ἀσκοὺς οἴνου φέροντες καὶ πολλοὶ μέτοικοι σκάφια φέροντες. ἔπειτα δὲ
προχωρεῖ ὁ τοῦ Διονύ:σου ἱερεὺς καὶ ἅμ᾿ αὐτῷ νεᾱνίαι ἄριστοι τὴν τοῦ Διονύ:σου
εἰκόνα φέροντες. τελευταῖοι δὲ οἱ ὑπηρέται ἔρχονται τὰ ἱερεῖα ἄγοντες.

πάντες οὖν χαίροντες τῇ πομπῇ ἕπονται πρὸς τὸ τοῦ θεοῦ τέμενος. ἐπεὶ δὲ
ἀφικνοῦνται, ὁ μὲν ἱερεὺς καὶ οἱ νεᾱνίαι τὴν τοῦ θεοῦ εἰκόνα εἰς τὸ ἱερὸν φέρουσιν,
οἱ δὲ ὑπηρέται τὰ ἱερεῖα πρὸς τὸν βωμὸν ἄγουσιν. ἔπειτα δὲ ὁ κῆρυξ τῷ δήμῳ
κηρύ:ττων, "εὐφημεῖτε, ὦ πολῖται," φησίν. σῑγᾷ οὖν ὁ πᾶς ὅμῑλος καὶ ἥσυχος μένει.
ὁ δὲ ἱερεὺς τὰ:ς χεῖρας πρὸς τὸν οὐρανὸν αἴρων, "ὦ ἄναξ Διόνῡσε," φησίν, "ἄκουέ μου
εὐχομένου· Βρόμιε, τήν τε θυσίᾱν δέχου καὶ ἵ:λεως ἴσθι τῷ δήμῳ· σὺ γὰρ ἵ:λεως ὢν
τά:ς τε ἀμπέλους
σῴζεις καὶ αὐξάνεις τοὺς βότρυας ὥστε παρέχειν ἡμῖν τὸν οἶνον."

οἱ δὲ παρόντες πάντες βοῶσιν· "ἐλελεῦ, ἴου, ἴου, Βρόμιε, ἵ:λεως ὢν τούς τε βότρυας
αὔξανε καὶ πάρεχε ἡμῖν τὸν οἶνον." ἔπειτα δὲ ὁ ἱερεὺς σφάττει τὰ ἱερεῖα· οἱ δὲ
ὑπηρέται ἕτοιμοι ὄντες λαμβάνουσιν αὐτὰ καὶ κατατέμνουσιν. καὶ τὰ μὲν τῷ θεῷ
παρέχουσιν ἐν τῷ βωμῷ κά:οντες(καίοντες), τὰ δὲ τοῖς παροῦσι διαιροῦσιν. ἐπεὶ δὲ
ἕτοιμά ἐστι πάντα, ὁ ἱερεὺς οἶνον σπένδει καὶ τῷ θεῷ εὔχεται. ἐνταῦθα δὴ πάντες
τόν τ᾿ οἶνον πί:νουσι καὶ τὰ κρέᾱ ἐσθίουσι τῇ δαιτὶ τερπόμενοι.
ἡ δαίς, τῆς δαιτός, τῇ δαιτί

μέση νὺξ νῦν ἐστιν, τῶν δὲ παρόντων πολλοὶ μεθύοντες κωμάζουσιν. ἡ οὖν Μυῤῥίνη,
φοβουμένη ὑπὲρ τῶν παίδων, "ἄγε δή, ὦ ἄνερ," φησίν, "ὁ πάππος μάλα κάμνει. καιρός
ἐστιν ἐπανιέναι πρὸς τὰ:ς πύλᾱς καὶ καθεύδειν." ὁ δὲ πάππος, "τί λέγεις;" φησίν,
"οὐ κάμνω ἐγώ. βούλομαι κωμάζειν." ὁ δὲ Δικαιόπολις, "γέρων εἶ, ὦ πάππα," φησίν,
"οὐ προσήκει σοι κωμάζειν. ἐλθέ." οὕτω λέγει καὶ ἡγεῖται αὐτοῖς πρὸς τὰ:ς πύλᾱς.
ἐπεὶ δὲ ἀφικνοῦνται, τὸν ἡμίονον εὑρίσκουσιν, καὶ πάντες χαμαὶ καθεύδουσιν.

ὁ Ὀδυσσεὺς καὶ ἡ Κίρκη

ἐπεὶ δὲ ἡμᾶς ἀποπέμπει ὁ Αἴολος, ἀποπλέομεν λῡπούμενοι καὶ δι᾿ ὀλίγου ἀφικνούμεθα
εἰς τὴν νῆσον Αἰαίᾱν· ἐκεῖ δὲ οἰκεῖ ἡ Κίρκη, θεὸς οὖσα δεινή. ἐγὼ δὲ τοὺς ἑταίρους
πρὸς τῇ νηῒ λείπων ἐπὶ ὄρος τι ἀναβαίνω, βουλόμενος γιγνώσκειν εἴ τις ἄνθρωπος ἐν
τῇ νήσῳ οἰκεῖ. ἐπεὶ δὲ εἰς ἄκρον τὸ ὄρος ἀφικνοῦμαι, καπνὸν ὁρῶ πρὸς τὸν οὐρανὸν
φερόμενον. πρὸς τὴν ναῦν οὖν ἐπανέρχομαι καὶ τῶν ἑταίρων τοὺς μὲν κελεύω πρὸς τῇ
νηῒ μένειν, τοὺς δὲ κελεύω πρὸς μέσην τὴν νῆσον πορευομένους γιγνώσκειν τίς ἐκεῖ
οἰκεῖ. ὁ δὲ Εὐρύλοχος αὐτοῖς ἡγεῖται.

οἱ δὲ τὴν τῆς Κίρκης οἰκίᾱν εὑρίσκουσιν ἐν μέσῃ ὕ:λῃ οὖσαν· ἐγγὺς δὲ τῆς οἰκίᾱς
πολλούς τε λύκους ὁρῶσι καὶ πολλοὺς λέοντας. τούτους δὲ ὁρῶντες μάλα φοβοῦνται καὶ
πρὸς(ἐπὶ) τῇ θύρᾳ μένουσιν. ἔπειτα δὲ τῆς Κίρκης ἀκούουσιν ἔνδον ᾀδούσης.
καλοῦσιν οὖν αὐτήν· ἡ δὲ ἐκ τῆς θύρᾱς ἐκβαίνει καὶ εἰσκαλεῖ αὐτούς. οἱ δὲ πάντες
ἕπονται αὐτῇ· μόνος δὲ ὁ Εὐρύλοχος ἔξω μένει, φοβούμενος κίνδῡνόν τινα. ἡ δὲ Κίρκη
τοὺς ἄλλους εἰσάγει καὶ καθίζεσθαι κελεύει καὶ σῖτόν τε αὐτοῖς παρέχει καὶ οἶνον·
φάρμακα δὲ κακὰ τῷ σί:τῳ κυκᾷ.

ἐπεὶ δὲ οἱ ἑταῖροι ἐσθίουσι τὸν σῖτον, ἡ Κίρκη ῥάβδῳ αὐτοὺς πλήττει καὶ εἰς τοὺς
συφεοὺς ἐλαύνει· οἱ δὲ εὐθὺς σῦες(ὕες) γίγνονται. ἔπειτα δὲ ἡ Κίρκη βαλάνους
αὐτοῖς βάλλει ἐσθίειν καὶ λείπει αὐτοὺς ἐν τοῖς συφεοῖς.

ὗς, ὗν gen.ὑός [ῠ]; or σῦς, σῦν, gen. σῠός, ὁ and ἡ pl. nom. ὕες, σύες

ἡ συμφορά:

τῇ δ᾿ ὑστεραίᾳ, ἐπεὶ πρῶτον ἀνατέλλει ὁ ἥλιος, ὁ Δικαιόπολις τήν τε γυναῖκα καὶ


τοὺς παῖδας ἐγείρει· "ἐγείρεσθε," φησίν· "δι᾿ ὀλίγου γὰρ θεᾱσόμεθα τοὺς χορούς.
σπεύδετε. εἰ γὰρ μὴ σπεύσετε, ὀψὲ ἀφιξόμεθα." ὁ δὲ πάππος ἔτι καθεύδει. ὁ οὖν
Δικαιόπολις, "ἐγείρου, ὦ πάππα," φησίν. "εἰ γὰρ μὴ σπεύσεις, ὀψὲ ἀφίξει. ἄγε,
ἡγήσομαί σοι πρὸς τὸ θέᾱτρον." ὁ μὲν οὖν πάππος ἐγείρεται, ὁ δὲ Δικαιόπολις πᾶσι
πρὸς τὸ θέᾱτρον ἡγεῖται. ἐπεὶ δ᾿ ἀφικνοῦνται, πλεῖστοι ἤδη ἄνθρωποι τὸ θέᾱτρον
πληροῦσιν.

ὁ οὖν πάππος στενάζει καί, "φεῦ, φεῦ," φησίν, "μεστόν ἐστι τὸ πᾶν θέᾱτρον· τοὺς οὖν
χοροὺς οὐ θεά:σομαι. τί ποιήσομεν;" ὁ δὲ Δικαιόπολις, "θάρρει, ὦ πάππα," φησίν.
"ἕπου μοι. θρᾶνον εὑρήσομεν." καὶ ἡγεῖται αὐτοῖς ἄνω καὶ θρᾶνον εὑρίσκει ἐν ἄκρῳ
τῷ θεά:τρῳ. ἡ δὲ Μυῤῥίνη, "καθίζεσθε, ὦ παῖδες," φησίν. "ἐντεῦθεν πάντα εὖ
θεᾱσόμεθα."

ἐπεὶ πρῶτον καθίζονται, προχωρεῖ ὁ κῆρυξ εἰς μέσην τὴν ὀρχήστρᾱν καί, "εὐφημεῖτε, ὦ
πολῖται," φησίν· "νῦν γὰρ γενήσονται οἱ χοροί." ἐνταῦθα δὴ ὁ πρῶτος χορὸς προχωρεῖ
εἰς τὴν ὀρχήστρᾱν, καὶ τὰ τοῦ Διονύ:σου ἔργα ὑμνεῖ. θαυμάζει οὖν ἡ Μέλιττα θεωμένη
καὶ χαίρει ἀκούουσα. "ὡς καλῶς χορεύουσιν οἱ νεᾱνίαι," φησίν· "νῑκήσουσι τοὺς
ἄλλοὺς καὶ δέξονται τοὺς στεφάνους."

πέντε χοροὶ παίδων καὶ πέντε ἀνδρῶν ἐφεξῆς ἀγωνίζονται, καὶ πάντες ἄριστα
χορεύουσιν. ἐπεὶ δὲ παύεται ὁ δέκατος χορός, οἱ νῑκῶντες τοὺς στεφάνους δέχονται,
καὶ πάντες οἱ παρόντες σπεύδουσιν ἐκ τοῦ θεά:τρου.

ἡ δὲ Μυῤῥίνη τοῖς παισὶν ἐκ τοῦ θεά:τρου ἡγουμένη τῷ ἀνδρί, "τί νῦν ποιήσομεν;"
φησίν· "ἆρ᾿ ἔξεστιν ἡμῖν ἐν τῷ ἄστει μένειν; αὔριον γὰρ γενήσονται αἱ τραγῳδίαι.
τὴν οὖν νύκτα ἐν τῷ ἄστει μενοῦμεν. ἀλλὰ ποῦ καθευδήσομεν; ἆρα δέξεται ἡμᾶς ὁ σὸς
ἀδελφός;" ὁ δὲ Δικαιόπολις, "ἀλλ᾿ οὐ μενοῦμεν ἐν τῷ ἄστει ἀλλ᾿ εὐθὺς οἴκαδε
πορευσόμεθα. πολὺν γὰρ χρόνον ἀπὸ τοῦ κλήρου ἄπεσμεν· ὁ δὲ Ξανθίᾱς, ἀ:ργὸς ὤν,
οὐδὲν ποιήσει· οἱ οὖν βόες πεινήσουσιν, τὰ δὲ πρόβατα ἀποφεύξεται, ὁ δὲ οἶκος κατ᾿
εἰκὸς ἤδη κά:εται. σπεύδομεν οὖν πρὸς τὰ:ς πύλᾱς καὶ οἴκαδε πορευσόμεθα. δεῖ γὰρ
ἡμᾶς πρὸ τῆς νυκτὸς ἐκεῖσε παρεῖναι."

οἱ
μὲν οὖν παῖδες τῷ πατρὶ πειθόμενοι πρὸς τὰ:ς πύλᾱς σπεύδουσιν. ὁ δὲ πάππος, "φεῦ,
φεῦ," φησίν, "βούλομαι τὰ:ς τραγῳδίᾱς θεᾶσθαι. ὑμεῖς μὲν οὖν οἴκαδε σπεύδετε, ἐγὼ
δὲ ἐν τῷ ἄστει μενῶ ὡς τὰ:ς τραγῳδίᾱς θεᾱσόμενος." ἡ δὲ Μυῤῥίνη, "μὴ φλυάρει,"
φησίν. "οὐ γὰρ καταλείψομέν σε ἐν τῷ ἄστει. ἐλθὲ μεθ᾿ ἡμῶν." καὶ ἡγεῖται αὐτῷ
δεινολογουμένῳ πρὸς τὰ:ς πύλᾱς.

ἐν ᾧ δὲ σπεύδουσι διὰ τῶν ὁδῶν, ὁ Φίλιππος νεᾱνίᾱς τινὰς ὁρᾷ ἐν τῇ ὁδῷ μαχομένους·
πολὺν γὰρ οἶνον πεπώκᾱσι καὶ μεθύουσιν. μένει οὖν ὁ Φίλιππος τὴν μάχην θεώμενος·
τέλος δὲ οἱ ἄλλοι νεᾱνίαι ἕνα τινὰ καταβάλλουσι καὶ οὐ παύονται τύπτοντες αὐτόν. ὁ
δὲ Φίλιππος φοβούμενος ὑπὲρ αὐτοῦ προστρέχει καί, "τί ποιήσετε, ὦ ἄνθρωποι;" φησίν.
"παύετε τύπτοντες αὐτόν. ἀποκτενεῖτε(ἀποκτείνετε) γὰρ τὸν τλήμονα." τῶν δὲ
νεᾱνιῶν τις ἀγρίως βοῶν πρὸς τὸν Φίλιππον τρέπεται καί, "τίς ὢν σύ," φησίν, "οὕτω
πολυπρᾱγμονεῖς;" καὶ τύπτει αὐτόν. ὁ δὲ πρὸς τὴν γῆν καταπί:πτει καὶ ἀκί:νητος
μένει.

οἱ δὲ τεκόντες τὰ:ς βοὰ:ς ἀκούοντες τρέχουσι πρὸς τὸν παῖδα καὶ ὁρῶσιν αὐτὸν ἐπὶ τῇ
γῇ κείμενον. αἴρουσιν οὖν αὐτόν, ὁ δὲ ἔτι ἀκί:νητος μένει. ἡ δὲ Μέλιττα, "ὦ Ζεῦ,"
φησίν, "τί ποτε πάσχει ὁ τλήμων;" ἡ δὲ μήτηρ, "φέρετε αὐτὸν πρὸς τὴν κρήνην."
φέρουσιν οὖν αὐτὸν πρὸς τὴν κρήνην καὶ (τὸ) ὕδωρ καταχέουσι τῆς κεφαλῆς. δι᾿
ὀλίγου οὖν κῑνεῖται καὶ ἀναπνεῖ. ἐπαίρει οὖν ἑαυτὸν καὶ τῆς μητρὸς ἀκούει
λεγούσης. βλέπων δὲ πρὸς αὐτήν, "ποῦ εἶ σύ, ὦ μῆτερ;" φησίν. "διὰ τί σκότος
ἐστίν;" ἡ δὲ μήτηρ, "ἀλλ᾿ οὐ σκότος ἐστίν, ὦ παῖ· βλέπε δεῦρο." ἀλλ᾿ οὐδὲν ὁρᾷ ὁ
παῖς· τυφλὸς γὰρ γέγονεν.

ὁ Ὀδυσσεὺς τοὺς ἑταίρους ἀπόλλῡσιν (<ἀπόλλῡμι I destroy; I lose)

ὁ δὲ Ὀδυσσεὺς πολλὰ ἔτι καὶ δεινὰ πάσχει σπεύδων εἰς τὴν πατρίδα γῆν νοστεῖν. τὰ:ς
γὰρ Σειρῆνας μόλις φεύγει, καὶ παρὰ τὴν Σικελίᾱν πλέων εἰς τὸν μέγιστον κίνδῡνον
ἐμπί:πτει. ἔνθεν μὲν γάρ ἐστιν ἡ Σκύλλη, τέρας δεινόν, ἓξ κεφαλὰ:ς ἔχουσα, ἣ ἐξ
ἄντρου τινὸς ὁρμωμένη τοὺς παραπλέοντας ἁρπάζει καὶ ἐσθίει· ἔνθεν δ᾿ ἐστὶν ἡ
Χάρυβδις, δί:νη μάλα φοβερά:, ἣ πάντα καταπί:νει. ὁ δὲ Ὀδυσσεὺς τὴν Χάρυβδιν
φεύγων παρὰ τὴν Σκύλλην παραπλεῖ· ἡ δὲ ἐκ τοῦ ἄντρου ὁρμωμένη ἓξ τῶν ἑταίρων
ἁρπάζει· τοὺς δ᾿ ἄλλους σῴζει ὁ Ὀδυσσεύς.

δι᾿ ὀλίγου εἰς ἄλλην τινὰ νῆσον ἀφικνοῦνται· ἐκεῖ δὲ πολλοὺς βοῦς εὑρίσκουσιν. οἱ
οὖν ἑταῖροι, "τί," φᾱσίν, "οὐκ ἀποκτενοῦμεν τοὺς βοῦς; πεινῶμεν γάρ." ὁ δὲ
Ὀδυσσεύς, "μὴ βλάπτετε τοὺς βοῦς· τῷ γὰρ Ἡλίῳ εἰσίν. εἰ δὲ βλάψετε αὐτούς, ὁ Ἥλιος
ὑ:μᾶς τῑμωρήσει." οἱ δὲ οὐ πείθονται αὐτῷ ἀλλ᾿ ἀποκτείνουσι τοὺς βοῦς. ὁ μὲν οὖν
Ἥλιος τῷ πατρὶ Διῒ εὐχόμενος, "ὦ Ζεῦ πάτερ," φησίν, "οἱ τοῦ Ὀδυσσέως ἑταῖροι τοὺς
ἐμοὺς βοῦς ἀποκτείνουσιν. τῑμώρει οὖν αὐτούς. εἰ δὲ μὴ τῑμωρήσεις αὐτούς,
οὐδέποτε αὖθις ἐν τοῖς ἀνθρώποις λάμψω."

ὁ δὲ Ζεὺς ἀκούει αὐτοῦ εὐχομένου· ἐπεὶ γὰρ ὅ τε Ὀδυσσεὺς καὶ οἱ ἑταῖροι ἀποπλέοντες
τὴν νῆσον λείπουσιν, χειμῶνα δεινὸν πέμπει καὶ τὴν ναῦν κεραύνῳ βάλλει (κεραυνῷ
πλήττει). πάντες οὖν οἱ ἑταῖροι ἐκ τῆς νεὼς ἐκπί:πτουσι καὶ ἀποθνῄσκουσιν· μόνος
δὲ ὁ Ὀδυσσεὺς ἐκφεύγει, τοῦ ἱστοῦ λαμβανόμενος.
ὁ κεραυνός,